Ψαλμός ΚΒ΄.
1 Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
2 εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με,
3 τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν.
5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με
ὡσεὶ κράτιστον.
ὡσεὶ κράτιστον.
6 καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆςζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
Ψάλλουν οι μοναχοί της Μονής Σίμωνος Πέτρας του Αγίου Όρους.
Δείτε και άλλους Ψαλμούς
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου